Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.199 Joseph. AJ 18.204 (English) >>Joseph. AJ 18.208

18.202 τανῦν σύνεσμεν.” καὶ μὲν Γερμανὸς τοσάδε προειπὼν εἰς τοσόνδε ὦφλεν τῷ Ἀγρίππᾳ γέλωτα, ἐφʼ ὅσον ἐν τοῖς ὕστερον κατεφάνη τεθαυμάσθαι ἄξιος. δὲ Ἀντωνία χαλεπῶς φέρουσα τοῦ Ἀγρίππου τὴν δυστυχίαν τὸ μὲν Τιβερίῳ περὶ αὐτοῦ διαλέγεσθαι ἐργωδέστερον ἑώρα καὶ ἄλλως ἐπʼ ἀπράκτοις γενησόμενον, 18.203εὑρίσκετο δʼ αὐτῷ παρὰ τοῦ Μάκρωνος στρατιωτῶν τε μετρίων ἀνδρῶν οἳ παραφυλάξειαν αὐτὸν ἐν φροντίσιν καὶ ἑκατοντάρχου τοῦ ἐφεστηξομένου τε ἐκείνοις καὶ συνδέτου ἐσομένου, λουτρά τε καθʼ ἡμέραν συγκεχωρῆσθαι καὶ ἀπελευθέρων καὶ φίλων εἰσόδους τήν τε ἄλλην ῥᾳστώνην, τῷ σώματι γένοιτʼ ἄν. 18.204εἰσῄεσάν τε ὡς αὐτὸν φίλος τε Σίλας καὶ τῶν ἀπελευθέρων Μαρσύας καὶ Στοιχεὺς τροφὰς εἰσκομίζοντες αἷς ἔχαιρεν καὶ διʼ ἐπιμελείας πάσης ἔχοντες, ἱμάτιά τε κομίζοντες ἐπὶ προσποιήσει πράσεως ὁπότε νὺξ γένοιτο ὑπεστρώνυσαν αὐτῷ συμπράξει τῶν στρατιωτῶν Μάκρωνος προειρηκότος· καὶ ταῦτα ἐπράσσετο ἐπὶ μῆνας ἕξ. καὶ τὰ μὲν κατὰ Ἀγρίππαν ἐν τούτοις ἦν. 18.205

Τιβέριος δʼ ἐπανελθὼν εἰς τὰς Καπρέας ἐμαλακίζετο τὰ μὲν πρῶτα μετρίως, ἐπιδούσης δʼ εἰς τὸ μᾶλλον τῆς νόσου πονηρὰς ἔχων περὶ αὐτῷ τὰς ἐλπίδας Εὔοδον, ὃς ἦν αὐτῷ τιμιώτατος τῶν ἀπελευθέρων, κελεύει τὰ τέκνα προσαγαγεῖν πρὸς αὐτόν· χρῄζειν γὰρ ἀφικέσθαι σφίσι διὰ λόγων πρὶν τελευτᾶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.199 Joseph. AJ 18.204 (English) >>Joseph. AJ 18.208

Powered by PhiloLogic